Ἐπιτάφιος ἐπὶ Ἰουλιανῷ

365 d.C.
LibanioTesto (ed. R. Foerster , Libanii opera, vol. 2., Leipzig, Teubner, 1904) 

Leipzig, Teubner, 1904) 

 
1 Ἔδει μέν, ὦ παρόντες, ἅπερ ἤλπιζον ἐγώ τε καὶ πάντες ἄνθρωποι, τὸ τέλος εἰληφέναι καὶ τὴν μὲν Περσῶν ἀρχὴν νυνὶ καταλελύσθαι, τῆς δὲ ἐκείνων γῆς Ῥωμαίους ἄρχοντας ἀντὶ σατραπῶν ἐπιμελεῖσθαι νόμοις ἡμετέροις καὶ τὰ μὲν ἱερὰ κεκοσμῆσθαι τὰ παρ᾽ ἡμῖν τοῖς ἐκεῖθεν λαφύροις, τὸν δὲ ταύτην ἀνῃρημένον τὴν νίκην καθήμενον ἐπὶ τοῦ βασιλείου θρόνου δέχε- σθαι τοὺς ἐπινικίους. ταυτὶ γὰρ ἦν, οἶμαι, καὶ δίκαια καὶ προσήκοντα καὶ τῶν πολλῶν θυσιῶν, ἃς ἐκεῖνος ἔθυσεν, ἄξια. 2 ἐπεὶ δὲ μεῖζον μὲν ἴσχυσεν ὁ φθο νερὸς δαίμων τῶν εὐλόγων ἐλπίδων, κεκόμισται δὲ νεκρὸς ἀπὸ τῶν Βαβυλῶνος ὅρων ὁ μικρὸν τοῦ τῶν ἔργων ἀπέχων τέλους καὶ δάκρυα μὲν ὁπόσα εἰκός, ἀπὸ πάντων ὀμμάτων ἐρρύη, κωλύσαι δὲ οὐκ ἔνι τὴν τελευτήν, ὃ λοιπὸν μέν ἐστιν, ἐκείνῳ δὲ μάλιστα κε χαρισμένον, ποιῶμεν, ἐν ἄλλοις ἀκροαταῖς περὶ τῶν ἐκείνου τι λέγοντες, ἐπειδήπερ αὐτὸς ἐκωλύθη τὸν ἔπαινον ὧν ἔπραξεν ἀκοῦσαι. 3 πρῶτον μὲν γὰρ ἀδικοῖμεν ἄν, εἰ ὁ μὲν ὅπως ἐπαινεθείη, πάντα ἐτόλμησεν, ἡμεῖς δὲ αὐτὸν ἀποστερήσαιμεν τῶν ἄθλων. ἔπειτα πάντων αἴσχιστον οἷς ζῶντα ἂν ἐτιμῶμεν, ταῦτα τεθνεῶτι μὴ φέρειν. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης κολα κείας εἶναι τὸ περιόντας μὲν θεραπεύειν, ἀπελθόντων δὲ ἀμνημονεῖν, τοῖς μὲν ζῶσιν, εἰ καὶ μὴ λόγῳ τις χαρίζοιτο, κατὰ πολλοὺς ἂν ἑτέρους δύναιτο τρό πους· πρὸς δὲ τοὺς οἰχομένους ἓν ἡμῖν ὑπάρχει μόνον, εὐφημίαι τε καὶ λόγοι τὰ πεπραγμένα μετ᾽ ἀρετῆς εἰς ἅπαντα παραπέμποντες τὸν χρόνον. Ἀεὶ μὲν οὖν ἔγωγε τὸν ἄνδρα τοῦτον ἐγχειρῶν ἐγκωμιάζειν ἐλάττους εὗρον τοὺς ἐμοὺς λόγους τοῦ μεγέθους τῶν ἔργων, καὶ μὰ τοὺς θεοὺς οὐδεπώποτε ἠχθέσθην, εἰ φίλου βασιλέως ἀρετὴ νικῴη τὴν τοῦ φιλοῦντος σοφιστοῦ δύναμιν. κοινὸν γὰρ τοῦτό γε τῶν πόλεων κέρδος ἡγούμην τὸ τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων παρειληφότα τὴν ἀρχὴν μηδενὶ καταλιπεῖν λόγῳ τοῖς ἔργοις ἐξισωθῆναι τοῖς ἑαυτοῦ. ὁ δὲ οὐδὲ τὰς πρὸς Ὠκεανῷ δεδειγμένας ἀνδραγαθίας οἷός τ᾽ ὢν κοσμῆσαι κατὰ τὴν ἀξίαν μόνας, τίς ἂν εἴην τήμερον ἀνάγκην ἔχων ἐκεῖνά τε καὶ τὸν ἐπὶ τοὺς Πέρσας δρόμον ἑνὶ παραδοῦναι λόγῳ; 5 οἶμαι γάρ, εἰ παρὰ τῶν κάτω θεῶν ἀνάστασιν ἐκεῖνος εὑράμενος ἐπὶ τῷ τουτονί μοι συμπονῆσαι τὸν λόγον λανθάνων τοὺς ἄλλους ἅπαντας ἐκοινώνει μοι τῆς σπουδῆς, μηδ᾽ ἂν οὕτω τὸ μέτρον ἀκριβῶς γενέσθαι τοῖς πράγμασιν, ἀλλὰ καλλίω μὲν ἂν ἢ νῦν ῥηθῆναι, πᾶν δὲ ὅσον εἰκός, οὐδὲ οὕτω. τί οὖν χρή με πείσεσθαι νομίζειν ἄνευ συμμαχίας τοιαύτης τοσοῦτον πόνον ἀναιρού μενον; 6 ἀλλ᾽ εἰ μὲν μὴ καὶ πρότερον ὑμᾶς ᾐσθόμην οὐκ ἀγνοοῦντας μέν, ὡς ἡ νίκη τῶν ἔργων, ὅμως δὲ ἡδομένους τοῖς λόγοις, καλῶς ἂν εἶχέ μοι σιωπᾶν· ἐπεὶ δὲ καὶ τότ᾽ εὐθὺς ἐπῃνεῖτε καὶ ἐμένετε τοὺς λόγους ἀγαπῶντες, οὐκ εἶναι πρόφασιν ἡγούμενος τῇ σιωπῇ δικαίαν πειράσομαι τὰ δίκαια ποιεῖν πρὸς τὸν βασιλέα καὶ φίλον. 17 Ἐγένοντο μὲν οὖν οὐκ ὀλίγοι βασιλεῖς γνώμῃ μὲν οὐ κακοί, γένει δὲ οὐ λαμπροί, καὶ τὴν μὲν ἀρχὴν ἐπιστάμενοι σώζειν, αἰσχυνόμενοι δὲ εἰπεῖν, ἐξ ὧν ἐγέ νοντο, ὥστε καὶ τοῖς ἐγκωμιάζουσιν αὐτοὺς ἔργον εἶναι θεραπεῦσαι τὸ τραῦμα, τούτῳ δὲ οὐδέν ἐστιν, ὃ μὴ χορηγεῖ πρὸς ἔπαινον. 18 αὐτίκα τὸ γένος, αὐτῷ πάπ πος μὲν βασιλεύς, ὃς μάλιστα δὴ χρημάτων ὑπεριδὼν μάλιστα δὴ τὰς τῶν ἀρχομένων εὐνοίας ἐκτήσατο, πα τὴρ δὲ βασιλέως μὲν υἱός, βασιλέως δὲ ἀδελφός, δικαιότερος δὲ τοῦ σχόντος τὴν βασιλείαν ἔχειν, ἀλλ᾽ ὅμως ἡσύχαζε καὶ συνεύχετο τῷ λαβόντι καὶ συζῶν ἀδόλως καὶ φιλῶν διετέλει. 9 γήμας δὲ ὑπάρχου θυγατέρα χρηστοῦ τε καὶ νοῦν ἔχοντος, ὃν ὁ πολέμιος νενικηκὼς ᾐδέσθη καὶ τοὺς αὑτοῦ παρεκάλεσεν εἰς ἐκεῖνον βλέποντας ἄρχειν, ποιεῖται τουτονὶ τὸν ἄριστον καὶ τιμᾷ τὸν κηδεστὴν τῇ προσηγορίᾳ τοῦ παιδός. 10 Κωνσταντῖνος μὲν οὖν τετελευτήκει νόσῳ, τὸ ξίφος δὲ μικροῦ διὰ παντὸς ἐχώρει τοῦ γένους ὁμοίως πατέρων καὶ παίδων. οὗτος δὲ καὶ πρεσβύτερος ἀδελ φὸς ὁμοπάτριος τὸν πολὺν διαφεύγουσι φόνον, τὸν μὲν νόσου ῥυσαμένης, ἣ πρὸς θάνατον ἀποχρήσειν ἐδόκει, τὸν δὲ τῆς ἡλικίας, ἄρτι γὰρ ἀπήλλακτο γάλα κτος. 11 ἐκεῖνος μὲν οὖν πρὸς ἄλλοις μᾶλλον ἦν ἢ λόγοις νομίζων ἧττόν γε ταύτῃ πειράσεσθαι τοῦ φθό νου, τοῦτον δὲ ὁ λαχὼν δαίμων ἐκίνει πρὸς ἔρωτα λόγων καὶ διέτριβε περὶ αὐτοὺς ἐν τῇ μεγίστῃ μετὰ τὴν Ῥώμην πόλει φοιτῶν εἰς διδασκαλεῖον, ὁ βασιλέως μὲν υἱιδοῦς, βασιλέως δὲ ἀδελφιδοῦς, βασιλέως δὲ ἀνεψιός, οὐ σοβῶν οὐδὲ λυπῶν οὐδὲ ἀξιῶν ἀποβλέ πεσθαι διὰ πλῆθος ἀκολούθων καὶ τὸν ἀπ᾽ ἐκείνων θόρυβον. ἀλλ᾽ εὐνοῦχός τε βέλτιστος σωφροσύνης φύλαξ καὶ παιδαγωγὸς ἕτερος οὐκ ἄμοιρος παιδείας ἐσθής τε μετρία καὶ ὀφρὺς οὐχ ὑπὲρ τὰς ἄλλας καὶ τὸ φθάσαντα προσειπεῖν καὶ τὸ μὴ παρῶσαι τὸν πέ νητα καὶ τὸ καλούμενον εἰσελθεῖν καὶ τὸ πρὶν ἢ κλη θῆναι μένειν καὶ τὸ στῆναι μὲν οὗ τοῖς ἄλλοις νόμος, ἀκοῦσαι δὲ ταὐτὰ τοῖς ἄλλοις καὶ μετὰ τῶν ἄλλων ἀπελθεῖν καὶ μηδαμοῦ ζητῆσαι πλέον, ὥστ᾽ ἔξωθέν τις ἐπελθὼν καὶ βλέψας εἰς τὸν χορὸν οὐκ εἰδώς, οἵτινες οὐδ᾽ ὧντινων, οὐκ ἂν εὗρεν ἐν συμβό λοις τισὶ τὴν ὑπεροχὴν τῆς τύχης. 12 Οὐ μὴν πάντα ἐκείνοις ἴσος ἦν, ἐπεὶ ἔν γε τῷ συνιέναι καὶ δέξασθαι τὸ ῥηθὲν καὶ φυλάξαι λα βὼν καὶ μὴ πονῶν ἀπειπεῖν πολὺ τοῖς ἄλλοις πρὸς αὑτὸν ἐποίει τὸ μέσον. ὃ ἐγὼ καθορῶν ἤλγουν οὐ σπείρων αὐτὸς εἰς τὴν τοιαύτην ψυχήν. σοφιστὴς γάρ τις πονηρὸς τοῦ κακῶς ἀγορεύειν τοὺς θεοὺς μισθὸν εἶχε τὸν νέον ἐν τοιαύτῃ καὶ αὐτὸν τῇ περὶ τῶν θεῶν τρεφόμενον δόξῃ καὶ φέροντα τὴν φαυλότητα τῶν λόγων διὰ τὸν πρὸς τοὺς βωμοὺς τοῦ διδασκάλου πόλεμον. 13 ἤδη δὲ πρόσηβος ἦν, καὶ τὸ τῆς φύσεως βασιλικὸν πολλοῖς καὶ μεγάλοις τεκμηρίοις ἐμηνύετο. καὶ ταῦτα οὐκ εἴα καθεύδειν Κωνστάντιον, δείσας δέ, μὴ πόλις μεγάλη τε καὶ μεγάλην ψῆφον ἔχουσα καὶ πρὸς τὴν Ῥώμην εἰκασμένη τοῖς ὅλοις ἐπισπασθῇ πρὸς τὴν ἀρετὴν τοῦ νέου καὶ γένηταί τι τῶν ἐκείνῳ λυπη ρῶν, πέμπει μὲν αὐτὸν εἰς τὴν Νικομήδους πόλιν, ὡς οὐ φοβήσουσαν ἴσα, παιδεύεσθαι δὲ δίδωσιν ἐξουσίαν. ὁ δὲ οὐ φοιτᾷ μὲν παρ᾽ ἐμὲ ποιούμενον αὐτοῦ τὰς συνουσίας ἤδη καὶ πόλιν ἀντὶ πόλεως ᾑρημένον τὴν γαλήνην ἔχουσαν ἀντὶ τῆς κινδύνων γεμούσης, τοὺς λόγους δὲ ὠνούμενος ὁμιλῶν οὐκ ἀνίει. 14 τὸ δὲ αἴτιον τοῦ τοῖς λόγοις <μὲν> χαίρειν, φεύγειν δὲ τὸν ἐκείνων πατέρα, πολλοῖς καὶ μεγάλοις αὐτὸν ὅρ- κοις ὁ θαυμαστὸς ἐκεῖνος κατειλήφει σοφιστὴς ἦ μὴν ἐμὸν μήτε γενέσθαι μήτε κληθῆναι φοιτητὴν μήτ᾽ εἰς τὸν κατάλογον ἐγγραφῆναι τῶν ἐμῶν ὁμιλητῶν. 15 ὁ δὲ τῷ μὲν ἐξορκίσαντι μεμφόμενος, τοὺς ὅρκους δὲ οὐ παραβαίνων, ἐμοῦ δὲ ἐπιθυμῶν εὗρεν ὅπως μήτε ἐπι ορκήσει καὶ μετασχήσει τῶν λόγων, πορθμέα τινὰ τῶν καθ᾽ ἡμέραν λεγομένων δωρεαῖς μεγάλαις κτησάμενος. οὗ δὴ καὶ τὰ μάλιστα τῆς φύσεως διέδειξε τὴν ἰσχύν· αὐτῷ γὰρ ἥκιστά μοι συνὼν τῶν συνεχῶς συνόντων ἀμείνων εἰς μίμησιν ἦν καὶ δι᾽ ἀμυδροτέρας ὁδοῦ τὴν εἱλικρινῆ τὴν ἐκείνων τῇ τῶν καρπῶν παρῄει φορᾷ, ὅθεν, οἶμαι, καὶ τοῖς ὕστερον ὑπ᾽ αὐτοῦ πεποιημένοις λόγοις ἔνι τι πρὸς ἡμᾶς συγγενὲς καὶ ἔδοξεν εἷς εἶναι τῶν πεπλησιακότων. 16 Ἐκείνῳ μὲν οὖν περὶ ταῦτα ἡ σπουδή, τῷ δὲ ἀδελφῷ γίνεται μετουσία τῆς βασιλείας κατὰ τὸ δεύ τερον σχῆμα. διπλοῦ γὰρ ἐγηγερμένου τῷ Κωνσταν τίῳ πολέμου, τοῦ μὲν προτέρου Περσικοῦ, τοῦ δ᾽ ἐπ᾽ ἐκείνῳ τοῦ πρὸς τὸν τύραννον, ἔδει δήπου καὶ συνάρ χοντος, καὶ πέμπεται Γάλλος ἐξ Ἰταλίας τὴν πρὸς ἕω φρουρήσων, καὶ ὅπερ τῷ τοῦδε πατρὶ πρότερον, τοῦτο ὑπῆρχε καὶ τῷδε, βασιλέως ἦν ἀδελφός. 17 ἐκεῖνος μὲν οὖν καὶ διὰ τῆς Βιθυνίας δορυφορούμενος ἐχώρει καὶ εἶδον ἀλλήλω, τούτου δὲ τὴν γνώμην οὐκ ἠλλοίω σεν ἡ περὶ ἐκεῖνον τύχη, οὐδὲ τὸ βασιλεύειν οἱ τὸν ἀδελφὸν ἀφορμὴν εἰς ῥᾳθυμίαν ἔλαβεν, ἀλλ᾽ ἐπηύξησε μὲν τὴν ἐπιθυμίαν ἣν εἶχε περὶ τοὺς λόγους, ἐπηύξησε δὲ τοὺς πόνους οἷς ἐχρῆτο περὶ τὴν τούτων θήραν, νομίζων, εἰ μὲν ἐν ἰδιώτου μέρει μείνειεν, ἕξειν ἀντὶ τῆς βασιλείας τὴν σοφίαν, κτῆμα θειότερον, εἰ δ᾽ ἐπὶ σκῆπτρον ἄγοιτο, κοσμήσειν τῇ σοφίᾳ τὴν βασιλείαν. 18 διὰ τοῦτο ἡλίῳ τε ἐχρῆτο πρὸς τὰς μαθή σεις καὶ νυκτὸς ἐπελθούσης πυρὶ καὶ τὴν μὲν οὐσίαν οὐκ ἐποίει μείζω ῥᾴδιον ὄν, τὴν δὲ γνώμην καλλίω. καί ποτε τοῖς τοῦ Πλάτωνος γέμουσιν εἰς ταὐτὸν ἐλ θὼν ἀκούσας ὑπέρ τε θεῶν καὶ δαιμόνων καὶ τῶν ὡς ἀληθῶς τὸ πᾶν τοῦτο καὶ πεποιηκότων καὶ σωζόντων καὶ τί τε ἡ ψυχὴ καὶ πόθεν ἥκει καὶ ποῖ πορεύεται καὶ τίσι βαπτίζεται καὶ τίσιν αἴρεται καὶ τίσι καθέλ κεται καὶ τίσι μετεωρίζεται, καὶ τί μὲν αὐτῇ δεσμός, τί δὲ ἐλευθερία, καὶ πῶς ἂν γένοιτο τὸ μὲν φυγεῖν, τοῦ δὲ τυχεῖν, ἁλμυρὰν ἀκοὴν ἀπεκλύσατο ποτίμῳ λόγῳ καὶ πάντα τὸν ἔμπροσθεν ἐκβαλὼν ὕθλον ἀντεισήγαγεν εἰς τὴν ψυχὴν τὸ τῆς ἀληθείας κάλλος, ὥσπερ εἴς τινα μέγαν νεὼν ἀγάλματα θεῶν πρότερον ὑβρισμένα βορ βόρῳ. 19 καὶ ἦν μὲν περὶ ταῦτα ἕτερος, ἐσχηματίζετο δὲ τὰ πρόσθεν, οὐ γὰρ ἐξῆν φανῆναι. Αἴσωπος δὲ ἐνταῦθα μῦθον ἂν ἐποίησεν οὐκ ὄνον λεοντῇ κρύπτων, ἀλλ᾽ ὄνου δορᾷ τὸν λέοντα. κἀκεῖνος ᾔδει μὲν ἃ εἰδέ ναι κρεῖττον, ἐδόκει δὲ τὰ ἀσφαλέστερα. 20 τῆς φήμης δὲ πανταχοῖ φερομένης πάντες οἱ περὶ τὰς Μούσας καὶ τοὺς ἄλλους γε θεοὺς οἱ μὲν ὡδοιπόρουν, οἱ δὲ ἔπλεον σπεύδοντες ἰδεῖν τε ἐκεῖνον καὶ συγγενέσθαι καὶ εἰπεῖν αὐτοί τι καὶ ἀκοῦσαι λέγοντος. ἦν δὲ ἐλθοῦσιν οὐ ῥᾴδιον ἀπελθεῖν· κατεῖχε γὰρ ἡ σειρὴν οὐ λόγοις μόνον, ἀλλὰ καὶ τῷ πρὸς φίλτρον εὖ πεφυκέναι. τῷ δ᾽ ἄγαν φιλεῖν εἰδέναι καὶ τοὺς ἄλλους ἐπαίδευε καλῶς τοῦτο ποιεῖν, ὥστε συγκεραννύμενοι γνησίως οὐκ ἀπόνως ἀπηλλάττοντο. 21 ῏Ην οὖν ἐκείνῳ παντοδαπὴ σοφία συνειλεγμένη καὶ δεικνυμένη, ποιηταί, ῥήτορες, γένη φιλοσόφων, πολλὴ μὲν Ἑλλὰς φωνή, οὐκ ὀλίγη δὲ ἁτέρα. τῷ δὲ ἦν φροντὶς ἀμφοτέρων εὐχή τε ἀπὸ παντὸς εὖ φρο νούντων στόματος γενέσθαι τῶν πραγμάτων τὸν νεα νίσκον κύριον καὶ στῆναι μὲν τὴν φθορὰν τῆς οἰκουμένης, ἐπιστῆναι δὲ τοῖς νοσοῦσι τὸν ἐπιστάμενον τὰ τοιαῦτα ἰᾶσθαι. 22 οὐ μὴν φαίην ἂν ἐκεῖνον ἐπιτιμᾶν ταῖς εὐχαῖς οὐδ᾽ ἀλαζονεύσομαι τοῦτό γε ὑπὲρ αὐτοῦ, ἀλλὰ βούλεσθαι μὲν καὶ αὐτόν, βούλεσθαι δὲ οὐ τρυ φῆς οὐδὲ δυναστείας οὐδὲ πορφύρας ἔρωτι, τοῦ δὲ τοῖς αὑτοῦ πόνοις ἀποδοῦναι τοῖς ἔθνεσιν ὧν ἐξεπε πτώκεσαν τά τε ἄλλα καὶ οὐχ ἥκιστα δὴ τὰς τῶν θεῶν λατρείας. 23 ᾧ δὴ καὶ διαφερόντως τὴν καρδίαν ἐπλήττετο νεώς τε ὁρῶν κειμένους καὶ τελετὰς πεπαυ μένας καὶ βωμοὺς ἀνατετραμμένους καὶ θυσίας ἀνῃρη μένας καὶ ἱερεῖς ἐλαυνομένους καὶ τὸν τῶν ἱερῶν πλοῦτον εἰς τοὺς ἀσελγεστάτους μεμερισμένον, ὥστ᾽ εἴ τις αὐτῷ θεῶν ὑπισχνεῖτο τὴν τούτων ἐπανόρθωσιν δι᾽ ἑτέρων ἔσεσθαι, σφόδρα ἄν μοι δοκεῖ τὴν βασιλείαν φυγεῖν· οὕτως οὐ τοῦ κρατεῖν, τοῦ δὲ εὖ πρᾶξαι τὰς πόλεις ὠρέγετο. 24 Ταύτης τοίνυν τῆς ἐπιθυμίας ἐν ταῖς ψυχαῖς τῶν πεπαιδευμένων ἀκμαζούσης τοῦ τῇ τοῦδε γνώμῃ θεραπευθῆναι τὴν γῆν ἦλθεν ἐπὶ τὸν Γάλλον συκοφαντία καὶ γράμματα ἐπιβουλὴν ἔχοντα τὴν ἐσχάτην εὕρητο, δόντων δὲ δίκην τῶν ἀδικούντων, οὐ γὰρ ἔμελλεν αὐτοὺς στεφανώσειν ὁ τὰ τοιαῦτα ἠδικημένος, ἔδοξεν ἧς εἰλήφει δίκης ὀφείλειν δίκην ὁ λαβὼν καὶ ἀπέθνησκεν ἄφωνος φθάσαντος τὴν ἀπολογίαν τοῦ ξίφους. 25 καὶ αὐτίκα οὗτος ἀνέσπαστό τε καὶ ἦν ἐν μέσῳ φυλάκων ὡπλισμένων ἄγριον μὲν βλεπόντων, τραχὺ δὲ φθεγγομένων, κοῦφον δὲ ἀποφαινόντων οἷς ἐποίουν τὸ δεσμωτήριον. καὶ προσῆν τὸ μηδὲ ἐφ᾽ ἑνὸς ἱδρύεσθαι χωρίου, τόπους δὲ ἐκ τόπων ἀμείβειν ἐπὶ ταλαιπωρίᾳ. καὶ ταῦτα ἔπασχεν ἐγκαλούμενος μὲν οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον. πῶς γὰρ ὅς γε διει στήκει μὲν τἀδελφοῦ σταθμοῖς πλείοσιν ἢ τριακοσίοις, γράμματα δὲ ἔπεμπεν, οὐδὲ ταῦτα πολλάκις, προσρήσε σιν ὁριζόμενα μόναις; διόπερ οὐδ᾽ ἦν οὐδ᾽ ὁ συκοφαν τήσων, ἀλλ᾽ ὅμως οἷς ἔφην ἐπιέζετο κατ᾽ ἄλλο μὲν οὐδέν, ὅτι δ᾽ εἷς ἀμφοτέροις πατὴρ γένοιτο. 26 πάλιν τοίνυν ἐνταῦθα ἄν τις αὐτοῦ θαυμάσειε τὸ μήτε τοῖς κατὰ τοῦ τεθνεῶτος λόγοις κολακεῦσαι τὸν ἀπεκτονότα μήτε τοῖς ὑπὲρ ἐκείνου παροξῦναι τὸν ζῶντα, ἀλλὰ τὸν μὲν ἀφανεῖ λύπῃ τιμᾶν, τῷ δὲ μὴ δοῦναι πρὸς φόνον ἀφορμὴν σφόδρα γε βουλομένῳ. οὕτω γὰρ εὖ καὶ καλῶς ἐκράτησε τῆς γλώττης καὶ ταῦτα τῶν περιεστηκότων ἀνιαρῶν οὐ σφόδρα ἐπιτρεπόντων, ὥστε ἐνέφραξε τῇ καρτερίᾳ τοῖς πονηροτάτοις τὰ στό ματα. 27 οὐ μὴν οὐδὲ ταῦτα ἤρκει πρὸς σωτηρίαν οὐδὲ ἵστη τῷ μάτην θυμουμένῳ τὴν ὀργήν, τὸν δὲ εἶδε Κάδμου θυγάτηρ Ἰνὼ χειμαζόμενον, ἡ Κωνσταν τίου γυνή, καὶ τὸν μὲν ἠλέησε, τὸν δὲ ἐμάλαξε καὶ πολλαῖς ταῖς ἱκεσίαις ἔπεισεν ἐρῶντα τῆς Ἑλλάδος καὶ μάλιστα δὴ τοῦ τῆς Ἑλλάδος ὀφθαλμοῦ, τῶν Ἀθηνῶν, εἰς γῆν ἐρωμένην πέμψαι. 28 τοῦτο τοίνυν αὐτὸ πῶς οὐκ ἀτεχνῶς ψυχῆς ἐκ θεῶν ἀφιγμένης τὸ κατα στάντα εἰς αἵρεσιν χωρίου μήτε κήπων μήτε οἰκιῶν μήτε αὐλῶν μήτε τῶν ἐπ᾽ αἰγιαλοῖς ἀγρῶν μήτε τῆς ἀπὸ τῶν ἄλλων ὄντων οὐκ ὀλίγων ἐπιθυμῆσαι τρυφῆς, ἃ πάντα ἦν ἐπὶ τῆς Ἰωνίας αὐτῷ, ἀλλ᾽ ἡγήσασθαι μικρὰ τὰ δοκοῦντα μεγάλα πρὸς τὴν τῆς Ἀθηνᾶς πόλιν, τὴν μητέρα Πλάτωνος καὶ Δημοσθένους καὶ τῆς ἄλλης τῆς πολυειδοῦς σοφίας; 29 ἥκει μὲν <οὖν> ἐκεῖσε θέων, ὡς προσθήσων οἷς ἠπίστατο καὶ διδασκάλοις ἐντευξόμενος δοῦναί τι δυναμένοις ὧν εἶχε πλέον. συγγινόμενος δὲ καὶ πεῖραν αὑτοῦ τε παρέχων καὶ λαμβάνων ἐκείνων ἐξέπληττε μᾶλλον ἢ τοῦτο ἔπασχε καὶ μόνος ἐκεῖνος νέων τῶν Ἀθήναζε ἡκόντων διδάξας τι μᾶλλον ἢ μαθὼν ἀπῆλθε. τοιγαροῦν ἀεί τινα σμήνη περὶ αὐτὸν ἑωρᾶτο νέων, πρεσβυτέρων, φιλοσό φων, ῥητόρων. ἔβλεπον δὲ ἄρα εἰς αὐτὸν καὶ οἱ δαί μονες εὖ εἰδότες, ὡς οὗτος αὐτοῖς ἐπανάξει τὰ πά τρια. 30 ὁ δὲ λέγων τε ἦν ὁμοίως θαυμαστὸς καὶ αἰδούμενος, οὐ γὰρ ἦν ὅ τι χωρὶς ἐρυθήματος ἐφθέγ γετο. τῆς μὲν οὖν πρᾳότητος ἅπαντες ἀπέλαυον, τοῦ πιστεύεσθαι δὲ οἱ βέλτιστοι, κἀν τούτοις αὐτοῖς πρῶ τος ἦν ὁ παρ᾽ ἡμῶν, ὁ μόνος ἐν ἀνθρώποις ἄμεμπτος, ὁ τὸν μῶμον ἀρετῇ νενικηκώς. 31 ῏Ην μὲν οὖν γνώμη τῷ νεανίσκῳ ταῖς Ἀθήναις ἐμβιῶναί τε καὶ ἐντελευτῆσαι καὶ τοῦτο κέκριτο πέρας εὐδαιμονίας, τῶν πραγμάτων δὲ ἀπαιτούντων βασιλέα δεύτερον ἐφθαρμένων μὲν τῶν περὶ τὸν Ῥῆνον πό λεων, τῶν δ᾽ ἐκεῖσε πεμπομένων στρατηγῶν μείζονα ἢ ἐξῆν ζητούντων καλεῖται πρὸς ἀρχὴν ὁ φιλοσοφῶν Ἀθήνησιν ἐξ αὐτοῦ τοῦ φιλοσοφεῖν παρέχων θαρρεῖν τῷ πλεῖστα ἠδικηκότι. καὶ γὰρ εἰ φονεὺς ἐγεγόνει πατρός τε καὶ ἀδελφῶν, τῶν μὲν πάλαι, τοῦ δὲ ἔναγ χος, ἀλλ᾽ ἤλπιζέ γε τὰς πίστεις ἐν βεβαίῳ κείσεσθαι καὶ τὸν ἐκείνου τρόπον κρείττω τῶν ἐγκλημάτων ἔσε σθαι. 32 ὁ μὲν οὖν καλῶν οὐ κακῶς ἤλπιζε, τὸν δὲ οὐδὲν ἦν ὃ πιστεύειν ἔπειθεν, ὡς οὐκ εἰς ἐπι βουλὴν ἡ τιμὴ τελευτήσει, ταυτὶ γὰρ ἐδίδου τὸ ῥυὲν αἷμα μαντεύεσθαι, διαδύσεως δὲ οὐκ οὔσης καλεῖ σὺν δάκρυσι τὴν θεὸν καὶ δεηθεὶς ἀμύνειν ἐπορεύετο. μετασχὼν δὲ τῆς βασιλείας ἐπ᾽ ἆθλον εὐθὺς ἀποστέλ λεται τῶν Ἡρακλέους χειρῶν δεόμενον. εἶχε γὰρ ὧδε τὰ περὶ τοὺς Γαλάτας, ὧν οἱ τελευταῖοι προσοικοῦσι τὸν ὠκεανόν. 33 Μαγνεντίῳ Κωνστάντιος πολεμῶν ἀφελομένῳ μὲν ἀλλοτρίαν ἀρχήν, ἄρχοντι δὲ αὐτῷ μετὰ φυλακῆς τῶν νόμων πάντ᾽ ᾤετο δεῖν κινεῖν ἐπὶ τῷ τὸν ἄνδρα ἑλεῖν. καὶ ἀνοίγει δὴ τοῖς βαρβάροις διὰ γραμμάτων τοὺς Ῥωμαίων ὅρους ἐξεῖναι φήσας αὐτοῖς ὁπόσην δύναιντο κτᾶσθαι. 34 δοθείσης δὲ ἐκείνοις τῆς ἀδείας καὶ τῶν συνθηκῶν λελυμένων ταῖς ἐπιστολαῖς εἰσχυθέντες ἐπὶ πολλῆς τοῦ κωλύσοντος ἐρημίας, ὁ γὰρ δὴ Μαγνέντιος ἐν Ἰταλίᾳ τὰς δυνάμεις εἶχε, Μυσῶν λείαν ἐργάζονται τὰς εὐδαίμονας πόλεις, καὶ κατεσύροντο μὲν κῶμαι, κατεσείετο δὲ τείχη, χρήματα δὲ ἤγετο καὶ γυναῖκες καὶ παῖδες, καὶ οἱ δουλεύσοντες ἠκολούθουν τὸν αὑτῶν πλοῦτον οἱ δυστυχεῖς ἐπὶ τῶν ὤμων φέ ροντες, ὁ δὲ οὐ δυνάμενος δουλεύειν καὶ γυναῖκα καὶ θυγατέρα ὁρᾶν ἐν ὕβρει κλάων ἀπεσφάττετο, μετενη νεγμένων δὲ ἐκεῖσε τῶν παρ᾽ ἡμῖν ἀγαθῶν ἐγεώργουν οἱ κεκρατηκότες τὴν ἡμετέραν μὲν ταῖς αὑτῶν χερσί, τὴν δὲ αὑτῶν ταῖς τῶν εἰλημμένων. 35 αἱ δ᾽ αὖ διαφυγοῦσαι τὴν ἅλωσιν ἰσχύι τειχῶν γῆν μὲν οὐκ εἶχον πλὴν ὀλίγην κομιδῆ, λιμῷ δὲ ἀνηλίσκοντο παν τὸς ἁπτόμενοι τοῦ δυναμένου τρέφειν, ἕως εἰς τοσοῦ τον σωμάτων κατέστησαν ἀριθμόν, ὥστε τὰς πόλεις αὐτὰς ἀγρούς τε εἶναι καὶ πόλεις καὶ τὸ εἴσω τῶν περιβόλων ἀοίκητον ἀρκοῦσαν γεωργίαν. καὶ γὰρ βοῦς ἐζεύγνυτο καὶ ἄροτρον εἵλκετο καὶ σπέρμα κατεβάλλετο καὶ ἀνῄει στάχυς, καὶ θεριστὴς καὶ ἅλως, καὶ πάντα ταῦτα εἴσω πυλῶν, ὥστ᾽ οὐκ ἄν τις ἔφησεν ἀθλιωτέ ρους εἶναι τοὺς ἁλόντας τῶν οἴκοι μενόντων. 36 Καὶ ὁ μὲν τοσούτου μισθοῦ τὴν νίκην πριά μενος εὐθὺς μὲν ἥδετο καὶ ἐγαυρία, τοῦ πολεμίου δὲ ἡττημένου καὶ τῆς προδοσίας ἐκφανείσης καὶ μονον ουχὶ βοώσης τῆς Ῥώμης, ὡς ἠκρωτηρίασται, τοῖς μὲν αὑτοῦ κινδύνοις ἐξελάσαι τοὺς κωμάζοντας οὐκ ἐτόλμα, στρατεύειν δὲ τὸν ἐκ μουσείων ἄρτι πρὸς ὅπλα εἱλκυ σμένον ἠξίου καὶ τὸ δὴ καινότατον, τὸν αὐτὸν ὁμοῦ κρείττω τε φανῆναι καὶ χείρω τῶν πολεμίων ηὔχετο, τῷ μὲν τῆς γῆς ἐπιθυμεῖν ἐκεῖνο ποιῶν, φθόνῳ δὲ τοῦτο. 37 καὶ ὅτι γε ἀπολούμενον οὐχ ἧττον ἢ κρα τήσοντα ἐξέπεμψεν, εὐθὺς ἔδειξεν. οὔσης γὰρ αὐτῷ στρατιᾶς, ὅση πρότερον τρεῖς βασιλείας συνεῖχε, καὶ πολλῶν μὲν ὁπλιτῶν, πολλῶν δὲ ἱππέων, ὧν, οἶμαι, φοβερώτατον τὸ παρὰ τῆς σκευῆς ἄτρωτον, τριακοσίους αὐτῷ τοὺς φαυλοτάτους τῶν ὁπλιτῶν ἐκέλευεν ἕπεσθαι· τοὺς γὰρ ἱδρυμένους αὐτὸν ἐκεῖ στρατιώτας εὑρήσειν. οὗτοι δὲ ἦσαν οἱ μεμαθηκότες ἡττᾶσθαι καὶ οἷς ἔργον ἦν πάλαι πολιορκεῖσθαι. 38 τὸν δὲ οὐδὲν ἄρα τούτων ἐτάραξεν οὐδὲ ἔδειξε περίφοβον, ἀλλὰ τότε πρῶ τον ὅπλων τε καὶ πολέμου γευόμενος καὶ μέλλων ἐπὶ τοὺς ἀεὶ νενικηκότας ἐξάγειν στρατιώτας τρέμοντας οὕτω μὲν ἤνεγκε τὴν σκευήν, ὥσπερ ἀντὶ βιβλίων ἐξ ἀρχῆς ἀσπίδα μεταχειριζόμενος, οὕτω δὲ ἐχώρει θαρ ρῶν, ὥσπερ μυρίων Αἰάντων ἡγούμενος. 39 δύο δὲ ἄρα αὐτὸν ἐποίει τοιοῦτον· ἓν μὲν ἡ σοφία καὶ τὸ τὰ βουλεύματα εἰδέναι χειρῶν ὄντα δυνατώτερα, ἕτερον δὲ τὸ πιστεύειν αὐτῷ συστρατεύειν τοὺς θεούς. ᾔδει δὲ καὶ τὸν Ἡρακλέα τὴν Στύγα διαφυγόντα τῇ ῥοπῇ τῆς Ἀθηνᾶς.

Margherita di Savoia, domenica 30 giugno 2024
Traduzione del prof. Francesco Verderosa con Nexus
Elogio funebre per Giuliano (365 d.C.)Libanio
 Sarebbe dovuto accadere, o presenti, ciò che io e tutti gli uomini speravamo: che la guerra avesse avuto fine, che l'impero persiano fosse ormai distrutto, che i Romani governassero quella terra al posto dei satrapi secondo le nostre leggi, che i nostri templi fossero adornati con il bottino di guerra di là, e che colui che aveva ottenuto questa vittoria, seduto sul trono regale, ricevesse gli onori trionfali. Questo, credo, sarebbe stato giusto e appropriato e degno dei molti sacrifici che egli ha compiuto.
 * Ma poiché il demone maligno ha prevalso sulle nostre buone speranze, ed egli è stato riportato morto dai confini di Babilonia, poco prima del compimento della sua opera, e lacrime, come è naturale, sono sgorgate da tutti gli occhi, e poiché non è possibile impedire la morte, facciamo ciò che resta e che soprattutto gli sarebbe gradito: parliamo di lui ad altri ascoltatori, poiché egli stesso è stato impedito di ascoltare la lode delle sue azioni.
 * In primo luogo, lo offenderemmo se, dopo che egli ha osato tutto per essere lodato, noi lo privassimo del premio. In secondo luogo, sarebbe vergognoso non offrire a un morto ciò che avremmo offerto a un vivo. Infatti, a parte il fatto che sarebbe adulazione suprema onorare i vivi e dimenticare i morti, ai vivi, anche se non li si onora con parole, si può rendere omaggio in molti altri modi; ma per i defunti ci resta solo un modo: parole di elogio e discorsi che tramandino per sempre le loro azioni virtuose.
 * Ogni volta che ho tentato di lodare quest'uomo, ho trovato le mie parole inferiori alla grandezza delle sue opere, e per gli dei non mi sono mai dispiaciuto se il valore di un caro imperatore superasse l'abilità del suo sofista ammiratore. Ho sempre considerato un vantaggio per lo stato che colui che ha assunto il potere per la salvezza di tutti non possa essere eguagliato da nessuna parola nelle sue azioni. Ma colui che non è stato in grado di celebrare degnamente neppure le sue gesta eroiche sull'Oceano, chi sarei io oggi, costretto a consegnare in un solo discorso quelle e la sua spedizione contro i Persiani?
 * Penso che se egli, risorto dagli inferi, avesse condiviso con me questo compito, all'insaputa di tutti gli altri, nemmeno in quel caso le mie parole sarebbero state all'altezza delle sue gesta, ma sarebbero state più belle di quanto non siano ora, ma non del tutto adeguate, come è ovvio. Come posso allora pensare di portare a termine un compito così grande senza un tale aiuto?
 * Se non avessi saputo che anche voi, pur non ignorando che la vittoria è delle azioni, vi compiacete delle parole, avrei fatto bene a tacere; ma poiché mi avete lodato fin dall'inizio e continuate ad apprezzare i discorsi, non ritenendo che il silenzio sia una scusa valida, cercherò di fare giustizia all'imperatore e amico.
Continua...